Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.91.2 Hdt. 6.94.1 (English) >>Hdt. 6.95.2

6.92.2 καί σφι ὑπʼ Ἀργείων ἐπεβλήθη ζημίη χίλια τάλαντα ἐκτῖσαι, πεντακόσια ἑκατέρους. Σικυώνιοι μέν νυν συγγνόντες ἀδικῆσαι ὡμολόγησαν ἑκατὸν τάλαντα ἐκτίσαντες ἀζήμιοι εἶναι, Αἰγινῆται δὲ οὔτε συνεγινώσκοντο ἦσάν τε αὐθαδέστεροι. διὰ δὴ ὦν σφι ταῦτα δεομένοισι ἀπὸ μὲν τοῦ δημοσίου οὐδεὶς Ἀργείων ἔτι ἐβοήθεε, ἐθελονταὶ δὲ ἐς χιλίους· ἦγε δὲ αὐτοὺς στρατηγὸς ἀνὴρ οὔνομα Εὐρυβάτης, ἀνὴρ πεντάεθλον ἐπασκήσας. 6.92.3 τούτων οἱ πλεῦνες οὐκ ἀπενόστησαν ὀπίσω, ἀλλʼ ἐτελεύτησαν ὑπʼ Ἀθηναίων ἐν Αἰγίνῃ· αὐτὸς δὲ στρατηγὸς Εὐρυβάτης μουνομαχίην ἐπασκέων τρεῖς μὲν ἄνδρας τρόπῳ τοιούτῳ κτείνει, ὑπὸ δὲ τοῦ τετάρτου Σωφάνεος τοῦ Δεκελέος ἀποθνῄσκει.

ch. 93 6.93.1 Αἰγινῆται δὲ ἐοῦσι ἀτάκτοισι τοῖσι Ἀθηναίοισι συμβαλόντες τῇσι νηυσὶ ἐνίκησαν, καί σφεων νέας τέσσερας αὐτοῖσι τοῖσι ἀνδράσι εἷλον.

ch. 94 6.94.1 Ἀθηναίοισι μὲν δὴ πόλεμος συνῆπτο πρὸς Αἰγινήτας. δὲ Πέρσης τὸ ἑωυτοῦ ἐποίεε, ὥστε ἀναμιμνήσκοντός τε αἰεὶ τοῦ θεράποντος μεμνῆσθαί μιν τῶν Ἀθηναίων, καὶ Πεισιστρατιδέων προσκατημένων καὶ διαβαλλόντων Ἀθηναίους, ἅμα δὲ βουλόμενος Δαρεῖος ταύτης ἐχόμενος τῆς προφάσιος καταστρέφεσθαι τῆς Ἑλλάδος τοὺς μὴ δόντας αὐτῷ γῆν τε καὶ ὕδωρ. 6.94.2 Μαρδόνιον μὲν δὴ φλαύρως πρήξαντα τῷ στόλῳ παραλύει τῆς στρατηγίης, ἄλλους δὲ στρατηγοὺς ἀποδέξας ἀπέστειλε ἐπὶ τε Ἐρέτριαν καὶ Ἀθήνας, Δᾶτίν τε ἐόντα Μῆδον γένος καὶ Ἀρταφρένεα τὸν Ἀρταφρένεος παῖδα, ἀδελφιδέον ἑωυτοῦ· ἐντειλάμενος δὲ ἀπέπεμπε ἐξανδραποδίσαντας Ἀθήνας καὶ Ἐρέτριαν ἀνάγειν ἑωυτῷ ἐς ὄψιν τὰ ἀνδράποδα.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 6.91.2 Hdt. 6.94.1 (English) >>Hdt. 6.95.2

Powered by PhiloLogic